Προσευχή όταν ανάβουμε το καντήλι ή ένα κερί στο σπίτι μας
Οὕτω λαμψάτω τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ἡμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Αμήν
Προσευχή όταν θυμιατίζουμε στο σπίτι
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή, εἰσάκουσόν με, Κύριε.
Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς· ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου Θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ Παναγίου σου Πνεύματος. Αμήν.
Προσευχή όταν πίνουμε αγιασμό
Κύριε, ποίησον αὐτὸ καὶ δι᾿ ἐμὲ «Ἀφθαρσίας πηγήν, ἁγιασμοῦ δῶρον, ἁμαρτημάτων λυτήριον, νοσημάτων ἀλεξιτήριον, δαίμοσιν ὀλέθριον, ταῖς ἐναντίαις δυνάμεσιν ἀπρόσιτον, ἀγγελικῆς ἰσχύος πεπληρωμένον». Αμήν.